aphil.org

Aphorisms -- in context.

User Tools

Site Tools


el:hrakleitos:fragments:10

HE.-DK B10

ἴσως δὲ τῶν ἐναντίων ἡ φύσις γλίχεται καὶ ἐκ τούτων ἀποτελεῖ τὸ σύµφωνον οὐκ ἐκ τῶν ὁµοίων, ὥσπερ ἀµέλει τὸ ἄρρεν συνήγαγε πρὸς τὸ θῆλυ καὶ οὐχ ἑκάτερον πρὸς τὸ ὁµόφυλον καὶ τὴν πρώτην ὁµόνοιαν διὰ τῶν ἐναντίων συνῆψεν, οὐ διὰ τῶν ὁµοίων. ἔοικε δὲ καὶ ἡ τέχνη τὴν φύσιν µιµουµένη τοῦτο ποιεῖν· ζωγραφία µὲν γὰρ λευκῶν τε καὶ µελάνων ὠχρῶν τε καὶ ἐρυθρῶν χρωµάτων ἐγκερασαµένη φύσεις τὰς εἰκόνας τοῖς προηγουµένοις ἀπετέλεσε συµφώνους, µουσικὴ δὲ ὀξεῖς ἅµα καὶ βαρεῖς µακρούς τε καὶ βραχεῖς φθόγγους µείξασα ἐν διαφόροις φωναῖς µίαν ἀπετέλεσεν ἁρµονίαν, γραµµατικὴ δὲ ἐκ φωνηέντων καὶ ἀφώνων γραµµάτων κρᾶσιν ποιησαµένη τὴν ὅλην τέχνην ἀπ'αὐτῶν συνεστήσατο. ταὐτὸ δὲ τοῦτο ἦν καὶ τὸ παρὰ τῷ σκοτεινῷ λεγόµενον Ἡρακλείτῳ· συνάψιες ὅλα καὶ οὐχ ὅλα, συµφερόµενον διαφερόµενον, συνᾷδον διᾷδον, καὶ ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα.


από 'Ψευδο-Αριστοτέλης, De Mundo, 5, 396b'


Ομοιότητες με τα αποφθέγματα του Ηράκλειτου

Ομοιότητες με αφορισμούς από άλλους

Επιστημονικές ερμηνείες

Περισσότεροι σύνδεσμοι

Back to top
el/hrakleitos/fragments/10.txt · Last modified: 2015/08/18 09:05 by babrak